Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.31 Dem. 39.34 (English) >>Dem. 39.37

39.33καίτοι εἴ γε τοιοῦτος ἦσθα, ὥστε ποιήσασθαι μὲν σαυτὸν ἀναγκάσαι, ἐξ ὅτου δʼ ἀρέσεις ἐκείνῳ τρόπου μὴ σκοπεῖν, οὐκ ἦσθʼ οἷον δεῖ τὸν προσήκοντʼ εἶναι περὶ τοὺς γονέας, οὐκ ὢν δʼ οὐκ ἐπηρεάζου δικαίως ἄν, ἀλλʼ ἀπωλώλεις. δεινόν γʼ ἂν εἴη, εἰ κατὰ μὲν τῶν ὑπὸ τοῦ πατρὸς αὐτοῦ νομιζομένων παίδων οἱ περὶ τῶν γονέων ἰσχύσουσιν νόμοι, κατὰ δὲ τῶν αὑτοὺς εἰσβιαζομένων ἄκοντας ποιεῖσθαι ἄκυροι γενήσονται.

39.34ἀλλʼ, χαλεπώτατε Βοιωτέ, μάλιστα μὲν ὧν πράττεις πάντων παῦσαι, εἰ δʼ ἄρα μὴ βούλει, ἐκεῖνό γε πρὸς Διὸς πείθου· παῦσαι μὲν σαυτῷ παρέχων πράγματα, παῦσαι δʼ ἐμὲ συκοφαντῶν, ἀγάπα δʼ ὅτι σοι πόλις, οὐσία, πατὴρ γέγονεν. οὐδεὶς ἀπελαύνει σʼ ἀπὸ τούτων, οὔκουν ἔγωγε. ἀλλʼ ἂν μέν, ὥσπερ εἶναι φὴς ἀδελφός, καὶ τὰ ἔργʼ ἀδελφοῦ ποιῇς, δόξεις εἶναι συγγενής, ἂν δʼ ἐπιβουλεύῃς, δικάζῃ, φθονῇς, βλασφημῇς, δόξεις εἰς ἀλλότριʼ ἐμπεσὼν ὡς οὐ προσήκουσιν οὕτω χρῆσθαι. 39.35ἐπεὶ ἔγωγʼ οὐδʼ εἰ τὰ μάλισθʼ πατὴρ ὄντα σʼ ἑαυτοῦ μὴ ἐποιεῖτʼ ἀδικῶ. οὐ γὰρ ἐμοὶ προσῆκεν εἰδέναι, τίνες εἰσὶν υἱεῖς ἐκείνου, ἀλλʼ ἐκείνῳ δεῖξαι, τίνʼ ἐμοὶ νομιστέον ἔστʼ ἀδελφόν. ὃν μὲν τοίνυν οὐκ ἐποιεῖτό σε χρόνον, οὐδʼ ἐγὼ προσήκονθʼ ἡγούμην, ἐπειδὴ δʼ ἐποιήσατο, κἀγὼ νομίζω. τί τούτου σημεῖον; τῶν πατρῴων ἔχεις τὸ μέρος μετὰ τὴν τοῦ πατρὸς τελευτήν· ἱερῶν, ὁσίων μετέχεις· ἀπάγει σʼ οὐδεὶς ἀπὸ τούτων. τί βούλει; ἂν δὲ φῇ δεινὰ πάσχειν καὶ κλάῃ καὶ ὀδύρηται καὶ κατηγορῇ ἐμοῦ, μὲν ἂν λέγῃ, μὴ πιστεύετε (οὐ γὰρ δίκαιον μὴ περὶ τούτων ὄντος τοῦ λόγου νυνί), ἐκεῖνο δʼ ὑπολαμβάνετε, ὅτι οὐδὲν ἔστʼ αὐτῷ ἧττον δίκην λαμβάνειν Βοιωτῷ κληθέντι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 39.31 Dem. 39.34 (English) >>Dem. 39.37

Powered by PhiloLogic